Psalms 56

1
LXX: Psa.55:1
εἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου· τῷ Δαυιδ Εἰς στηλογραφίαν, ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γεθ.
LXX: Psa.55:2
Ἐλέησόν με, κύριε, ὅτι κατεπάτησέν με. ἄνθρωπος, ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέν με
2
LXX: Psa.55:3
κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν, ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους.
3
LXX: Psa.55:4
ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐπὶ σοὶ ἐλπιῶ.
4
LXX: Psa.55:5
ἐν τῷ θεῷ ἐπαινέσω τοὺς λόγους μου ὅλην τὴν ἡμέραν. ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι σάρξ;
5
LXX: Psa.55:6
ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
6
LXX: Psa.55:7
παροικήσουσιν καὶ κατακρύψουσιν· αὐτοὶ τὴν πτέρναν μου. φυλάξουσιν, καθάπερ ὑπέμειναν τὴν ψυχήν μου
7
LXX: Psa.55:8
ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούς, ἐν ὀργῇ λαοὺς κατάξεις, θεός.
8
LXX: Psa.55:9
τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου
9
LXX: Psa.55:10
ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι θεός μου εἶ σύ.
10
LXX: Psa.55:11
ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον.
11
LXX: Psa.55:12
ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
12
LXX: Psa.55:13
ἐν ἐμοί, θεός, αἱ εὐχαὶ ἃς ἀποδώσω αἰνέσεώς σοι,
13
LXX: Psa.55:14
ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ θεοῦ ἐν φωτὶ ζώντων.
Copyright information for LXX